Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.137 Joseph. BJ 7.145 (English) >>Joseph. BJ 7.153

7.143ἦν γὰρ ὁρᾶν χώραν μὲν εὐδαίμονα δῃουμένην, ὅλας δὲ φάλαγγας κτεινομένας πολεμίων, καὶ τοὺς μὲν φεύγοντας τοὺς δʼ εἰς αἰχμαλωσίαν ἀγομένους, τείχη δʼ ὑπερβάλλοντα μεγέθει μηχαναῖς ἐρειπόμενα καὶ φρουρίων ἁλισκομένας ὀχυρότητας καὶ πόλεων πολυανθρώπους περιβόλους κατʼ ἄκρας ἐχομένους, 7.144καὶ στρατιὰν ἔνδον τειχῶν εἰσχεομένην, καὶ πάντα φόνου πλήθοντα τόπον, καὶ τῶν ἀδυνάτων χεῖρας ἀνταίρειν ἱκεσίας, πῦρ τε ἐνιέμενον ἱεροῖς

-- --

καὶ κατασκαφὰς οἴκων ἐπὶ τοῖς δεσπόταις, 7.145καὶ μετὰ πολλὴν ἐρημίαν καὶ κατήφειαν ποταμοὺς ῥέοντας οὐκ ἐπὶ γῆν γεωργουμένην, οὐδὲ ποτὸν ἀνθρώποις βοσκήμασιν, ἀλλὰ διὰ τῆς ἐπιπανταχόθεν φλεγομένης· ταῦτα γὰρ Ἰουδαῖοι πεισομένους αὑτοὺς τῷ πολέμῳ παρέδοσαν. 7.146 τέχνη δὲ καὶ τῶν κατασκευασμάτων μεγαλουργία τοῖς οὐκ ἰδοῦσι γινόμενα τότʼ ἐδείκνυεν ὡς παροῦσι. 7.147τέτακτο δʼ ἐφʼ ἑκάστῳ τῶν πηγμάτων τῆς ἁλισκομένης πόλεως στρατηγὸς ὃν τρόπον ἐλήφθη. 7.148πολλαὶ δὲ καὶ νῆες εἵποντο. λάφυρα δὲ τὰ μὲν ἄλλα χύδην ἐφέρετο, διέπρεπε δὲ πάντων τὰ ἐγκαταληφθέντα τῷ ἐν Ἱεροσολύμοις ἱερῷ, χρυσῆ τε τράπεζα τὴν ὁλκὴν πολυτάλαντος καὶ λυχνία χρυσῆ μὲν ὁμοίως πεποιημένη, τὸ δʼ ἔργον ἐξήλλακτο τῆς κατὰ τὴν ἡμετέραν χρῆσιν συνηθείας. 7.149 μὲν γὰρ μέσος ἦν κίων ἐκ τῆς βάσεως πεπηγώς, λεπτοὶ δʼ ἀπʼ αὐτοῦ μεμήκυντο καυλίσκοι τριαίνης σχήματι παραπλησίαν τὴν θέσιν ἔχοντες, λύχνον ἕκαστος αὐτῶν ἐπʼ ἄκρον κεχαλκευμένος· ἑπτὰ δʼ ἦσαν οὗτοι τῆς παρὰ τοῖς Ἰουδαίοις ἑβδομάδος τὴν τιμὴν ἐμφανίζοντες.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.137 Joseph. BJ 7.145 (English) >>Joseph. BJ 7.153

Powered by PhiloLogic